Κυριακή, 27 Μαρτίου 2016

ΠΡΟΣΕΥΧΗ ΓΙΑ ΤΗΝ ΓΛΩΣΣΟΦΑΓΙΑ ΑΠΟ ΤΟ ΑΓΙΟΝ ΟΡΟΣ ( ΔΙΑΒΑΣΤΕ ΤΗΝ ΟΛΟΙ)

ΤΗΣ...ΙΕΡΑΣ...ΜΟΝΗΣ ΞΕΝΟΦΩΝΤΟΣ,ΑΓΙΟΝ ΟΡΟΣ.
ΑΚΟΛΟΥΘΙΑ ΕΠΙ ΒΑΣΚΑΝΙΑΝ
ΕΥΛΟΓΗΤΟΣ Ο ΘΕΟΣ ΗΜΩΝ ΠΑΝΤΟΤΕ,ΝΥΝ ΚΑΙ ΑΕΙ ΚΑΙ ΕΙΣ ΤΟΥΣ ΑΙΩΝΑΣ ΤΩΝ ΑΙΩΝΩΝ.
ΑΜΗΝ.1 *1(ΕΑΝ ΑΝΑΓΙΝΩΣΚΗ ΤΗΝ ΑΚΟΛΟΥΘΙΑΝ ΛΑΙΚΟΣ ΕΙΤΕ ΔΙ ΕΑΥΤΟΝ ΕΙΤΕ ΔΙ ΕΤΕΡΟΝ ΛΕΓΕΙ ΑΝΤΙ ΤΟΥ ΕΥΛΟΓΗΤΟΣ …ΤΟ ΕΙΣ ΤΟ ΟΝΟΜΑ ΤΟΥ ΠΑΤΡΟΣ ΚΑΙ ΤΟΥ ΥΙΟΥ ΚΑΙ ΤΟΥ ΑΓΙΟΥ ΠΝΕΥΜΑΤΟΣ.ΑΜΗΝ
ΔΟΞΑ ΣΟΙ Ο ΘΕΟΣ ΗΜΩΝ ΔΟΞΑ ΣΟΙ.
ΒΑΣΙΛΕΥ ΟΥΡΑΝΙΕ ΠΑΡΑΚΛΗΤΕ ΤΟ ΠΝΕΥΜΑ ΤΗΣ ΑΛΗΘΕΙΑΣ Ο ΠΑΝΤΑΧΟΥ ΠΑΡΩΝ ΚΑΙ ΤΑ ΠΑΝΤΑ ΠΛΗΡΩΝ Ο ΘΗΣΑΥΡΟΣ ΤΩΝ ΑΦΑΓΩΝ ΚΑΙ ΖΩΗΣ ΧΟΡΗΓΟΣ ΕΛΘΕ ΚΑΙ ΣΚΗΝΩΣΟΝ ΕΝ ΗΜΙΝ ΚΑΙ ΚΑΘΑΡΙΣΟΝ ΗΜΑΣ ΑΠΟ ΠΑΣΗΣ ΚΗΛΙΔΟΣ ΚΑΙ ΣΩΣΟΝ ΑΓΑΘΕ ΤΑ ΨΥΧΑΣ ΗΜΩΝ.ΑΜΗΝ.
ΤΟ ΤΡΙΣΑΓΙΟΝ.
ΑΓΙΟΣ Ο ΘΕΟΣ,ΑΓΙΟΣ ΙΣΧΥΡΟΣ,ΑΓΙΟΣ ΑΘΑΝΑΤΟΣ,ΕΛΕΗΣΩΝ ΗΜΑΣ(ΤΡΙΣ).
ΔΟΞΑ ΠΑΤΡΙ ΚΑΙ ΥΙΩ ΚΑΙ ΑΓΙΩ ΠΝΕΥΜΑΤΙ.ΚΑΙ ΝΥΝ ΚΑΙ ΑΕΙ ΚΑΙ ΕΙΣ ΤΟΥΣ ΑΙΩΝΑΣ ΤΩΝ ΑΙΩΝΩΝ.ΑΜΗΝ.
ΠΑΝΑΓΙΑ ΤΡΙΑΣ ΕΛΕΗΣΩΝ ΗΜΑΣ.ΚΥΡΙΕ ΙΛΑΣΘΗΤΙ ΤΑΙΣ ΑΜΑΡΤΙΑΙΣ ΗΜΩΝ.ΔΕΣΠΟΤΑ ΣΥΓΧΩΡΗΣΟΝ ΤΑΣ ΑΝΟΜΙΑΣ ΗΜΙΝ.ΑΓΙΕ ΕΠΙΣΚΕΨΑΙ ΚΑΙ ΙΑΣΑΙ ΤΑΣ ΑΣΘΕΝΕΙΑΣ ΗΜΩΝ,ΕΝΕΚΕΝ ΤΟΥ ΟΝΟΜΑΤΟΣ ΣΟΥ.
ΚΥΡΙΕ ΕΛΕΗΣΟΝ(ΤΡΙΣ)
ΔΟΞΑ ΠΑΤΡΙ ΚΑΙ ΥΙΩ ΚΑΙ ΑΓΙΩ ΠΝΕΥΜΑΤΙ.ΚΑΙ ΝΥΝ ΚΑΙ ΑΕΙ ΚΑΙ ΕΙΣ ΤΟΥΣ ΑΙΩΝΑΣ ΤΩΝ ΑΙΩΝΩΝ.ΑΜΗΝ.
ΠΑΤΕΡ ΗΜΩΝ , Ο ΕΝ ΤΟΙΣ ΟΥΡΑΝΟΙΣ,ΑΓΙΑΣΘΗΤΩ ΤΟ ΟΝΟΜΑ ΣΟΥ ΕΛΘΕΤΩ Η ΒΑΣΙΛΕΙΑ ΣΟΥ,ΓΕΝΗΘΗΤΩ ΤΟ ΘΕΛΗΜΑ ΣΟΥ ΩΣ ΕΝ ΟΥΡΑΝΩ ΚΑΙ ΕΠΙ ΤΗΣ ΓΗΣ.ΤΟΝ ΑΡΤΟΝ ΗΜΩΝ ΤΟΝ ΕΠΙΟΥΣΙΟΝ ΔΟΣ ΗΜΙΝ ΣΗΜΕΡΟΝ ΚΑΙ ΑΦΕΣ ΗΜΙΝ ΤΑ ΟΦΕΙΛΗΜΑΤΑ ΗΜΩΝ,ΩΣ ΚΑΙ ΗΜΕΙΣ ΑΦΙΕΜΕΝ ΤΟΙΣ ΑΦΕΙΛΕΤΑΙΣ ΗΜΩΝ ΚΑΙ ΜΗ ΕΙΣΕΝΕΓΚΗΣ ΗΜΑΣ ΕΙΣ ΠΕΙΡΑΣΜΟΝ ΑΛΛΑ ΡΥΣΑΙ ΗΜΑΣ ΑΠΟ ΤΟΥ ΠΟΝΗΡΟΥ.ΟΤΙ ΣΟΥ ΕΣΤΙ Η ΒΑΣΙΛΕΙΑ ΚΑΙ Η ΔΥΝΑΜΗΣ ΚΑΙ Η ΔΟΞΑ ΕΙΣ ΤΟΥΣ ΑΙΩΝΑΣ, ΑΜΗΝ. (ΤΡΙΣ).
ΕΛΕΗΣΟΝ ΗΜΑΣ,ΚΥΡΙΕ ΕΛΕΗΣΟΝ ΗΜΑΣ,ΠΑΣΗΣ ΓΑΡ ΑΠΟΛΟΓΙΑΣ ΑΠΟΡΟΥΝΤΕΣ ΤΑΥΤΗΝ ΣΟΙ ΤΗΝ ΙΚΕΣΙΑΝ ,ΩΣ ΔΕΣΠΟΤΗ,ΟΙ ΑΜΑΡΤΩΛΟΙ ΠΡΟΣΦΕΡΟΜΕΝ,ΕΛΕΗΣΟΝ ΗΜΑΣ.
ΔΟΞΑ ΠΑΤΡΙ ΚΑΙ ΥΙΩ ΚΑΙ ΑΓΙΩ ΠΝΕΥΜΑΤΙ.
ΚΥΡΙΕ ΕΛΕΗΣΟΝ ΗΜΑΣ,ΕΠΙ ΣΟΙ ΓΑΡ ΠΕΠΟΙΘΑΜΕΝ ΜΗ ΟΡΓΙΣΘΗΣ ΗΜΙΝ ΣΦΟΔΡΑ ΜΗΔΕ ΜΝΗΣΘΗΣ ΤΩΝ ΑΝΟΜΙΩΝ ΗΜΩΝ ΑΛΛΑ ΕΠΙΒΛΕΨΟΝ ΚΑΙ ΝΥΝ,ΩΣ ΕΥΣΠΛΑΓΧΝΟΣ ΚΑΙ ΛΥΤΡΩΣΑΙ ΗΜΑΣ ΕΚ ΤΩΝ ΕΧΘΡΩΝ ΗΜΩΝ ΣΥ ΓΑΡ ΕΙ ΘΕΟΣ ΗΜΩΝ ΚΑΙ ΗΜΕΙΣ ΛΑΟΣ ΣΟΥ.ΠΑΝΤΕΣ ΕΡΓΑ ΧΕΙΡΩΝ ΣΟΥ ΚΑΙ ΤΟ ΟΝΟΜΑ ΣΟΥ ΕΠΙΚΕΚΛΗΜΕΘΑ.
ΚΑΙ ΝΥΝ ΚΑΙ ΑΕΙ ΚΑΙ ΕΙΣ ΤΟΥΣ ΑΙΩΝΑΣ ΤΩΝ ΑΙΩΝΩΝ.ΑΜΗΝ. ΘΕΟΤΟΚΙΟΝ.
ΤΗΣ ΕΥΣΠΛΑΓΧΝΙΑΣ ΤΗΝ ΠΥΛΗΝ ΑΝΟΙΞΟΝ ΗΜΙΝ ΕΥΛΟΓΗΜΕΝΗ ΘΕΟΤΟΚΕ.ΕΛΠΙΖΟΝΤΕΣ ΕΙΣ ΣΕ ΜΗ ΑΣΤΟΧΗΣΩΜΕΝ ΡΥΣΘΕΙΗΜΕΝ ΔΙΑ ΣΟΥ ΤΩΝ ΠΕΡΙΣΤΑΣΕΩΝ ΣΥ ΓΑΡ ΕΙ Η ΣΩΤΗΡΙΑΣ ΤΟΥ ΓΕΝΟΥΝ ΤΩΝ ΧΡΙΣΤΙΑΝΩΝ.
ΕΙΤΑ ΤΑ ΕΠΟΜΕΝΑ ΤΡΟΠΑΡΙΑ.
ΦΙΛΑΝΘΡΩΠΕ ΣΩΤΗΡ,ΕΠΙΚΑΛΟΥΜΑΙ ΣΕ ΕΝ ΘΛΙΨΗ ΥΠΑΡΧΩΝ ΚΑΙ ΑΘΥΜΙΑ ΜΗ ΠΑΡΙΔΗΣ ΜΕ ΤΟΝ ΔΟΥΛΟΝ ΣΟΥ ΑΛΛΑ ΣΠΕΥΣΟΝ ΚΑΙ ΡΥΣΑΙ ΜΕ ΩΣ ΕΥΣΠΛΑΓΧΝΟΣ.
ΤΑ ΛΥΠΗΡΑ ΤΟΥ ΔΟΥΛΟΥ ΣΟΥ,ΤΟΥ ΠΑΡΟΝΤΟΣ ΚΙΝΔΥΝΟΥ ΤΗΝ ΖΑΛΗΝ ΤΗΝ ΠΟΛΛΗΝ ΚΑΙ ΧΑΛΕΠΗΝ ΜΕΤΑΠΟΙΗΣΟΝ ΝΥΝ,ΔΕΣΠΟΤΑ ΚΑΙ ΜΕΤΑΤΡΕΨΟΝ ΤΟΥΤΟΥ ΤΟ ΠΕΝΘΟΣ ΕΙΣ ΧΑΡΑΝ ΔΙΕΝΕΚΗ ΙΝΑ ΠΙΣΤΕΙ ΚΑΙ ΠΟΘΩ ΑΠΑΥΣΤΩΣ ΜΕΓΑΛΥΝΗ ΣΕ.
Ο ΜΟΝΟΣ ΑΓΑΘΟΣ Ο ΜΟΝΟΣ ΕΥΣΠΛΑΓΧΝΟΣ,Ο ΜΟΝΟΣ ΟΙΚΤΙΡΜΩΝ ΚΑΙ ΕΛΕΗΜΩΝ ΤΗΝ ΠΡΕΣΒΕΙΑ ΤΩΝ ΑΓΙΩΝ ΣΟΥ ΤΟΝ ΣΟΝ ΔΟΥΛΟΝ ΟΙΚΤΕΙΡΑΣ ΕΛΕΥΘΕΡΩΣΟΝ.
ΚΙΝΔΥΝΕΥΟΝΤΑ ΣΩΣΟΝ ΤΟΝ ΔΟΥΛΟΝ ΣΟΥ ΣΩΤΕΡ ΤΩΝ ΑΓΙΩΝ ΑΓΓΕΛΩΝ ΔΕΗΣΕΣΙ ΤΩΝ ΠΡΟΦΗΤΩΝ ΜΑΤΡΥΡΩΝ ΤΕ ΚΑΙ ΣΟΦΩΝ ΜΑΘΗΤΩΝ ΣΟΥ ΕΝΤΕΥΞΕΣΙ.
ΠΡΕΣΒΕΘΑ ΘΕΡΜΗ ΚΑΙ ΤΕΙΧΟΣ ΑΠΡΟΣΜΑΧΗΤΟΝ,ΕΛΕΟΥΣ ΠΗΓΗ ΤΟΥ ΚΟΣΜΟΥ ΚΑΤΑΦΥΓΙΟΝ ΕΚΤΕΝΩΝ ΒΟΩΜΕΝ ΣΟΙ ΘΕΟΤΟΚΕ ΔΕΣΠΟΙΝΑ ΠΡΟΦΘΑΣΟΝ ΚΑΙ ΕΚ ΚΙΝΔΥΝΩΝ ΛΥΤΡΩΣΑΙ ΗΜΑΣ Η ΜΟΝΗ ΤΑΧΕΩΣ ΠΡΟΣΤΑΤΕΥΟΥΣΑ.
ΜΗ ΠΑΡΙΔΗΣ ΔΕΙΝΩΣ ΧΕΙΜΑΖΟΜΕΝΟΝ ΚΑΙ ΕΞΑΠΟΡΟΥΜΕΝΟΝ,ΚΟΡΗ ΤΟΝ ΔΟΥΛΟΝ ΣΟΥ ΑΛΛΑ ΩΣ ΣΥΝΗΘΩΣ ΛΥΤΡΩΣΑΙ ΠΡΟΣΦΕΥΓΟΝΤΑ ΤΗ ΣΚΕΠΗ ΣΟΥ,ΑΧΡΑΝΤΕ.
ΚΑΤΑΦΥΓΗ ΧΡΙΣΤΙΑΝΩΝ ΒΟΗΘΕ ΤΩΝ ΕΝ ΔΕΙΝΟΙΣ ΧΕΙΜΑΖΟΜΕΝΩΝ,ΠΑΝΑΓΙΑ ΠΑΡΘΕΝΕ ΜΗ ΥΠΕΡΙΔΗΣ ΤΟΝ ΣΟΝ ΙΚΕΤΗΝ,ΚΙΝΔΥΝΟΙΣ ΠΟΝΤΟΥΜΕΝΟΝ ΤΗΝ ΚΡΑΤΑΙΑ ΣΟΥ,ΠΡΟΣΦΕΥΓΟΝΤΑ ΝΥΝ ΣΚΕΠΗ.
ΥΠΕΡΑΓΙΑ ΠΑΡΘΕΝΕ ΜΕΤΑ ΤΩΝ ΑΣΩΜΑΤΩΝ ΛΕΙΤΟΥΡΓΩΝ ΚΑΙ ΤΩΝ ΑΓΙΩΝ ΑΓΓΕΛΩΝ,ΑΠΟΣΤΟΛΩΝ,ΠΡΟΦΗΤΩΝ,ΜΑΤΡΥΡΩΝ ΚΑΙ ΟΣΙΩΝ ΑΠΑΝΤΩΝ,ΤΟΝ ΜΟΝΟΝ ΥΠΕΡΑΓΑΘΟΝ ΘΕΟΝ,ΕΚΔΥΣΩΠΕΙ ΡΥΣΘΥΝΑΙ ΚΑΚΩΣΕΩΝ ΤΟΝ ΔΟΥΛΟΝ ΣΟΥ.
ΚΥΡΙΕ ΟΠΛΟΝ ΚΑΤΑ ΤΟΥ ΔΙΑΒΟΛΟΥ,ΤΟΝ ΣΤΑΥΡΟΝ ΣΟΥ ΗΜΙΝ ΔΕΔΩΚΑΣ ΦΡΙΤΤΕΙ ΓΑΡ ΚΑΙ ΤΡΕΜΕΙ ΜΗ ΦΕΡΩΝ ΚΑΘΟΡΑΝ ΑΥΤΟΥ ΤΗΝ ΔΥΝΑΜΙΝ.ΟΤΙ ΝΕΚΡΟΥΣ ΑΝΙΣΤΑ ΚΑΙ ΘΑΝΑΤΟΝ ΚΑΤΗΡΓΗΣΕ.ΔΙΑ ΤΟΥΤΟ ΠΡΟΣΚΥΝΟΥΜΕΝ ΤΗΝ ΤΑΦΗΝ ΣΟΥ ΚΑΙ ΤΗΝ ΕΓΕΡΣΙΝ.
ΑΓΙΟΙ ΑΝΑΡΓΥΡΟΙ ΚΑΙ ΘΑΥΜΑΤΟΥΡΓΟΙ ΕΠΙΣΚΕΨΑΣΘΕ ΤΑ ΑΣΘΕΝΕΙΑΣ ΗΜΩΝ,ΔΩΡΕΑΝ ΕΛΑΒΑΤΕ,ΔΩΡΕΑΝ ΔΟΤΕ ΗΜΙΝ.
ΔΟΞΑ ΠΑΤΡΙ ΚΑΙ ΥΙΩ ΚΑΙ ΑΓΙΩ ΠΝΕΥΜΑΤΙ.
ΑΘΛΟΦΟΡΕ ΑΓΙΕ ΚΑΙ ΙΑΜΑΤΙΚΕ ΠΑΝΤΕΛΕΗΜΩΝ,ΠΡΕΣΒΕΥΕ ΤΩ ΕΛΕΗΜΟΝΙ ΘΕΩ ΙΝΑ ΠΤΑΙΣΜΑΤΩΝ ΑΦΕΣΙΝ ΠΑΡΑΣΧΗ ΤΑΙΣ ΨΥΧΑΙΣ ΗΜΩΝ.
ΚΑΙ ΝΥΝ ΚΑΙ ΑΕΙ ΚΑΙ ΕΙΣ ΤΟΥΣ ΑΙΩΝΑΣ ΤΩΝ ΑΙΩΝΩΝ.ΑΜΗΝ. ΘΕΟΤΟΚΙΟΝ.
ΤΗΝ ΠΑΣΑΝ ΕΛΠΙΔΑ ΜΟΥ ΕΙΣ ΣΕ ΑΝΑΤΙΘΗΜΙ ΜΗΤΕΡ ΤΟΥ ΘΕΟΥ ΦΥΛΑΞΟΝ ΜΕ ΥΠΟ ΤΗΝ ΣΚΕΠΗ ΣΟΥ.
ΕΥΧΗ Α
ΚΥΡΙΕ Ο ΘΕΟΣ ΗΜΩΝ Ο ΒΑΣΙΛΕΥΣ ΤΩΝ ΑΙΩΝΩΝ,Ο ΠΑΝΤΟΚΡΑΤΩΡ ΚΑΙ ΠΑΝΤΟΔΥΝΑΜΟΣ,Ο ΠΟΙΟΝ ΠΑΝΤΑ ΚΑΙ ΜΕΤΑΣΚΕΥΑΖΩΝ ΜΟΝΩ ΤΟ ΒΟΥΛΕΣΘΑΙ Ο ΤΗΝ ΕΠΤΑΠΛΑΣΙΟΝ ΚΑΜΙΝΟΝ ΚΑΙ ΤΗΝ ΦΛΟΓΑ ΤΗΝ ΕΝ ΒΑΒΥΛΩΝΙ ΕΙΣ ΔΡΟΣΟΝ ΜΕΤΑΒΑΛΩΝ ΚΑΙ ΤΟΥΣ ΑΓΙΟΥΣ ΣΟΥ ΤΡΕΙΣ ΠΑΙΔΑΣ ΔΙΑΦΥΛΑΞΑΣ , Ο ΙΑΤΡΟΣ ΚΑΙ ΘΕΡΑΠΕΥΤΗΣ ΤΩΝ ΨΥΧΩΝ ΗΜΩΝ Η ΑΣΦΑΛΕΙΑ ΤΩΝ ΕΙΣ ΣΕ ΕΛΠΙΖΟΝΤΩΝ ΣΟΥ ΔΕΟΜΕΘΑ ΚΑΙ ΣΕ ΠΑΡΑΚΑΛΟΥΜΕΝ,ΑΠΟΣΤΗΣΟΝ ΠΑΣΑΝ ΔΙΑΒΟΛΙΚΗΝ ΕΝΕΡΓΕΙΑΝ,ΠΑΣΑΝ ΣΑΤΑΝΙΚΗΝ ΕΠΙΒΟΥΛΗΝ,ΠΕΡΙΕΓΡΕΙΑΝ ΤΕ ΠΟΝΗΡΑΝ ΚΑΙ ΒΛΑΒΗΝ,ΚΑΙ ΟΦΘΑΛΜΩΝ ΒΑΣΚΑΝΙΑΝ ΤΩΝ ΦΘΟΝΕΡΩΝ ΚΑΙ ΠΟΝΗΡΩΝ ΑΝΘΡΩΠΩΝ ΑΠΟ ΤΟΥ ΔΟΥΛΟΥ ΣΟΥ (…..)2 2(ΕΑΝ ΑΝΑΓΙΝΩΣΚΗ ΤΙΣ ΤΗΝ ΕΥΧΗ ΔΙ ΕΑΥΤΟΝ ΑΝΤΙ ΑΠΟ ΤΟΥ ΔΟΥΛΟΥ ΣΟΥ ΛΕΓΕΙ … ΑΠΟ ΕΜΟΥ ΤΟΥ ΤΑΠΕΙΝΟΥ ΣΟΥ ΔΟΥΛΟΥ).
ΚΑΙ Η ΥΠΟ ΩΡΑΙΟΤΗΤΟΣ Η ΑΝΔΡΕΙΑΣ Η ΕΥΤΥΧΙΑΣ Η ΖΗΛΟΥ Η ΚΑΙ ΦΘΟΝΟΥ ΒΑΣΚΑΝΙΑΣ ΣΥΝΕΒΗ ΑΥΤΟΣ ,ΦΙΛΑΝΘΡΩΠΕ ΔΕΣΠΟΤΑ,ΕΚΤΕΙΝΟΝ ΤΗΝ ΚΡΑΤΑΙΑΝ ΣΟΥ ΧΕΙΡΑ ΚΑΙ ΤΟΝ ΒΡΑΧΙΟΝΑ ΣΟΥ ΤΟΝ ΥΣΧΥΡΟΝ ΚΑΙ ΥΨΙΣΤΟΝ ΚΑΙ ΕΠΙΣΚΟΠΩΝ ΕΠΙΣΚΟΠΗΣΟΝ ΑΥΤΩ ΑΓΓΕΛΟΝ ΚΡΑΤΑΙΟΝ ΕΙΡΗΝΙΚΟΝ,ΨΥΧΗΣ ΤΕ ΚΑΙ ΣΩΜΑΤΟΣ ΦΥΛΑΚΑ,ΟΣ ΕΠΙΤΙΜΗΣΕΙ ΚΑΙ ΑΠΕΛΑΣΕΙ ΑΠ ΑΥΤΟΥ ΠΑΣΑΝ ΦΑΡΜΑΚΕΙΑΝ ΚΑΙ ΒΑΣΚΑΝΙΑΝ ΤΩΝ ΦΘΟΝΕΡΩΝ ΑΝΘΡΩΠΩΝ ΚΑΙ ΥΠΟ ΣΟΥ Ο ΣΟΣ ΙΚΕΤΗΣ ΦΡΟΥΡΟΥΜΕΝΟΣ ΜΕΤ ΕΥΧΑΡΙΣΤΙΑΣ ΨΑΛΛΕΙ ΣΟΙ.ΚΥΡΙΟΣ ΕΜΟΙ ΒΟΗΘΟΣ ΚΑΙ ΟΥ ΦΟΒΗΘΗΣΟΜΑΙ ΚΑΚΑ ΟΤΙ ΣΥ ΜΕΤ ΕΜΟΥ ΕΙ ΟΤΙ ΣΥ Ο ΘΕΟΣ ΚΡΑΤΑΙΩΜΑ ΜΟΥ,ΙΣΧΥΡΟΣ ΕΞΟΥΣΙΑΣΤΗΣ ΑΡΧΩΝ ΕΙΡΗΝΗΣ ,ΠΑΤΗΡ ΤΟΥ ΜΕΛΛΟΝΤΟΣ ΑΙΩΝΟΣ..
ΝΑΙ ΚΥΡΙΕ Ο ΘΕΟΣ ΗΜΩΝ ΦΕΙΣΑΙ ΤΟΥ ΠΛΑΣΜΑΤΟΣ ΣΟΥ ΚΑΙ ΡΥΣΑΙ ΤΟΝ ΔΟΥΛΟΝ ΣΟΥ (ΔΕΙΝΑ..) 3 3((ΕΑΝ ΑΝΑΓΙΝΩΣΚΗ ΤΙΣ ΤΗΝ ΕΥΧΗ ΔΙ ΕΑΥΤΟΝ ΑΝΤΙ ΑΠΟ ΤΟΥ ΔΟΥΛΟΥ ΣΟΥ ΛΕΓΕΙ .ΡΥΣΑΙ ΜΕ ΤΟΝ ΔΟΥΛΟΝ ΣΟΥ)
ΑΠΟ ΠΑΣΗΣ ΒΛΑΒΗΣ ΚΑΙ ΕΠΗΡΕΙΑΣ ΤΗΣ ΕΚ ΒΑΣΚΑΝΙΑΣ ΓΙΝΟΜΕΝΗΣ ΚΑΙ ΑΝΩΤΕΡΟΝ ΑΥΤΟΝ ΠΑΝΤΟΣ ΚΑΚΟΥ ΔΙΑΦΥΛΑΞΟΝ,ΠΡΕΒΕΙΑΙΣ ΤΗΣ ΥΠΕΡΕΥΛΟΓΗΜΕΝΗΣ ΕΝΔΟΞΟΥ ΔΕΣΠΟΙΝΗΣ ΗΜΩΝ ΘΕΟΤΟΚΟΥ ΚΑΙ ΑΕΙΠΑΡΘΕΝΟΥ ΜΑΡΙΑΣ,ΤΩΝ ΦΩΤΟΕΙΔΩΝ ΑΡΧΑΓΓΕΛΩΝ ΚΑΙ ΠΑΝΤΩΝ ΣΟΥ ΤΩΝ ΑΓΙΩΝ . ΑΜΗΝ.
ΕΥΧΗ Β
ΕΥΣΠΛΑΓΧΝΕ ΚΑΙ ΠΟΛΥΕΛΕΕ,ΠΑΝΤΟΔΥΝΑΜ ΚΑΙ ΠΑΝΤΟΚΡΑΤΟΡ Ο ΠΟΛΥΣ ΕΝ ΟΙΚΤΙΡΜΟΙΣ ΚΑΙ ΑΝΕΙΚΑΣΤΟΣ ΕΝ ΑΓΑΘΟΤΗΤΙ Ο ΑΠΕΡΑΝΤΟΝ ΕΧΩΝ ΠΕΛΑΓΟΣ ΑΓΑΠΗΣ ΚΑΙ ΑΓΑΘΩΣΥΝΗΣ ΠΡΟΣ ΤΑ ΣΑ ΠΛΑΣΜΑΤΑ,ΔΕΞΑΙ ΤΗΝ ΤΑΠΕΙΝΗΝ ΤΑΥΤΗΝ ΙΚΕΣΙΑΝ ΚΑΙ ΜΗ ΑΠΟΣΤΡΕΨΗΣ ΤΟ ΠΡΟΣΩΠΟΝ ΣΟΥ ΑΦ ΗΜΩΝ. ΟΙΔΑΜΕΝ ΚΥΡΙΕ ΟΤΙ ΕΝΕΚΑ ΤΩΝ ΑΜΑΡΤΙΩΝ ΗΜΩΝ ΓΕΓΥΜΝΩΜΕΘΑ ΤΗΣ ΣΗΣ ΧΑΡΙΤΟΣ ΚΑΙ ΕΥΚΑΙΡΟΙ ΕΓΕΝΗΘΗΜΕΝ ΕΙΣ ΠΑΣΑΝ ΕΦΟΔΟΝ ΣΑΤΑΝΙΚΗΝ ΚΑΘ ΗΜΩΝ. ΟΜΩΣ ΟΥΚ ΕΙΣ ΑΠΟΓΝΩΣΙΝ ΕΡΧΟΜΕΘΑ ΑΛΛΑ ΕΠ ΕΛΠΙΔΙ ΚΑΙ ΜΕΤΑΝΟΙΑ ΕΠΙ ΤΟΥΣ ΠΟΔΑΣ ΤΟΥΣ ΣΟΥΣ ΕΠΙΡΙΠΤΟΜΕΝ ΕΑΥΤΟΥΣ ΚΑΙ ΤΟΝ ΣΟΝ ΕΠΙΚΑΛΟΥΜΕΘΑ ΕΛΕΟΣ.
ΕΠΑΚΟΥΣΟΝ ΗΜΩΝ ΔΕΣΠΟΤΑ ΕΥ ΕΥΜΕΝΕΙΑ ΚΑΙ ΣΥΜΠΑΘΕΙΑΝ ΠΟΛΛΗ ΚΑΙ ΜΗ ΕΑΣΗΣ ΗΜΑΣ ΜΑΤΑΙΩΣ ΕΠΙΚΑΛΟΥΜΕΝΟΥΣ ΤΗΝ ΠΑΝΑΛΚΗ ΒΟΗΘΕΙΑΝ ΣΟΥ ΚΑΙ ΥΠΟ ΤΩΝ ΔΑΙΜΟΝΩΝ ΠΕΡΙΠΑΙΖΟΜΕΝΟΥΣ ΔΙΑ ΤΗΣ ΑΔΥΝΑΜΙΑΝ ΗΜΩΝ. ΗΜΕΙΣ ΜΕΝ ΑΝΙΣΧΥΡΟΙ ΕΣΜΕΝ ΠΛΗΝ ΕΙ ΣΕ ΚΑΙ ΜΟΝΟΝ ΜΕΘ ΥΙΙΚΟΥ ΘΑΡΡΟΥΣ ΑΝΕΘΗΚΑΜΕΝ ΤΗΝ ΕΛΠΙΔΑ ΠΑΣΑΝ ΤΗΣ ΣΩΤΗΡΙΑΣ ΗΜΩΝ ΚΑΙ ΟΥΔΕΝΙ ΕΤΕΡΩ.
ΙΔΕ ΠΑΤΕΡ ΑΓΑΘΕ ΟΤΙ ΑΘΛΙΩΣ ΒΑΣΑΝΙΖΕΤΑΙ ..5 5((ΕΑΝ ΑΝΑΓΙΝΩΣΚΗ ΤΙΣ ΤΗΝ ΕΥΧΗ ΔΙ ΕΑΥΤΟΝ ΑΝΤΙ ΑΠΟ ΤΟΥ ΔΟΥΛΟΥ ΣΟΥ ΛΕΓΕΙ..ΒΑΣΑΝΙΖΟΜΑΙ)…ΥΠΟ ΤΩΝ ΔΑΙΜΟΝΙΚΩΝ ΔΥΝΑΜΕΩΝ Ο ΤΑΠΕΙΝΟΣ ΔΟΥΛΟΣ ΣΟΥ (….) ΚΑΙ ΙΛΕΩΣ ΓΕΝΟΥ ΑΥΤΩ6 6((ΕΑΝ ΑΝΑΓΙΝΩΣΚΗ ΤΙΣ ΤΗΝ ΕΥΧΗ ΔΙ ΕΑΥΤΟΝ ΑΝΤΙ ΑΠΟ ΤΟΥ ΔΟΥΛΟΥ ΣΟΥ ΛΕΓΕΙ…ΓΕΝΟΥ ΜΟΙ..)… ΦΙΛΑΓΑΘΕ. ΑΠΟΣΤΗΣΟΝ ΦΥΓΑΔΕΥΣΟΝ ΑΠΕΛΑΣΟΝ ΚΑΙ ΜΑΚΡΑΝ ΑΠ ΑΥΤΟΥ ΑΠΟΔΙΩΞΟΝ ΠΑΣΑΝ ΔΙΑΒΟΛΙΚΗΝ ΕΝΕΡΓΕΙΑΝ ,ΠΑΣΑΝ ΣΑΤΑΝΙΚΗΝ ΕΠΙΔΡΟΜΗ ΚΑΙ ΠΑΣΑΝ ΔΑΙΜΟΝΙΚΗΝ ΕΠΙΡΡΟΗΝ ΠΡΟΚΑΛΟΥΣΑΝ ΖΑΛΗΝ,ΛΙΠΟΘΥΜΙΑΝ,ΤΑΣΙΝ ΠΡΟΣ ΕΜΕΤΟΝ ,ΡΕΜΒΑΣΜΟΝ,ΝΥΣΤΑΓΜΟΝ,ΧΑΣΜΟΥΡΗΤΟΝ,ΑΚΗΔΙΑΝ,ΚΟΠΩΣΙΝ,ΚΑΤΗΦΕΙΑΝ,ΑΤΟΝΙΑΝ,ΚΑΙ ΕΝ ΓΕΝΕΙ ΚΑΚΟΔΙΑΘΕΣΙΑΝ,ΚΕΦΑΛΑΛΓΙΑΝ ΚΑΙ ΠΑΝ ΑΛΓΟΣ Η ΠΑΘΟΣ ΕΙΣ ΟΙΝΔΗΠΟΤΕ ΤΟΥ ΣΩΜΑΤΟΣ ΜΕΛΟΣ,ΕΞ ΟΙΑΣΔΗΠΟΤΕ ΚΑΙ ΑΝ ΤΑΥΤΑ ΣΥΝΕΒΗΣΑΝ ΑΙΤΙΑΣ ΕΙΤΕ ΕΞ ΕΠΗΡΕΙΑΣ ΣΥΝΕΒΗΣΑΝ ΚΑΙ ΚΑΚΟΒΟΥΛΟΥ ΑΥΤΩΝ ΑΦ ΕΑΥΤΩΝ ΤΩΝ ΠΟΝΗΡΩΝ ΔΥΝΑΜΕΩΝ ΕΙΤΕ ΕΚ ΒΑΣΚΑΝΙΑΣ ΟΦΘΑΛΜΩΝ ΚΑΙ ΓΛΩΣΣΟΦΑΓΙΑΣ ΠΟΝΗΡΩΝ ΚΑΙ ΚΑΚΩΝ ΑΝΘΡΩΠΩΝ ΠΡΟΕΡΧΟΜΕΝΗΣ ΕΞ ΩΡΑΙΟΤΗΤΟΣ Η ΑΝΔΡΕΙΑΣ Η ΕΥΤΥΧΙΑΣ Η ΖΗΛΟΥ Η ΦΘΟΝΟΥ Η ΚΑΚΙΑΣ Η ΜΙΣΟΥΣ Η ΟΡΓΗΣ Η ΑΝΤΙΠΑΘΕΙΑΣ,ΕΙΤΕ ΕΝ ΓΕΝΕΙ ΕΚ ΠΑΣΗΣ ΚΑΚΟΒΟΥΛΟΥ ΔΙΑΘΕΣΕΩΣ ΚΑΙ ΕΠΙΘΥΜΙΑΣ ΠΟΝΗΡΑΣ.
ΝΑΙ ΚΥΡΙΕ ΤΩΝ ΑΠΑΝΤΩΝ Ο ΔΕΣΠΟΖΩΝ ΠΑΣΗΣ ΟΡΑΤΗΣ ΚΑΙ ΑΟΡΑΤΟΥ ΚΤΙΣΕΩΣ.ΣΟΥ ΔΕΟΜΕΘΑ ΤΑΠΕΙΝΩΣ ΚΑΙ ΣΕ ΠΑΡΑΚΑΛΟΥΜΕΝ ΜΗ ΕΑΣ ΤΟ ΤΑΠΕΙΝΟΝ ΠΛΑΣΜΑ ΣΟΥ (….) ΒΑΣΑΝΙΖΟΜΕΝΟΝ ΥΠΟ ΤΩΝ ΔΑΙΜΟΝΙΚΩΝ ΔΥΝΑΜΕΩΝ ΚΑΙ ΔΕΙΝΩΣ ΚΑΤΑΤΡΥΧΟΜΕΝΟΝ ΠΑΡΑ ΤΗΣ ΚΑΚΟΒΟΥΛΟΥ ΠΟΝΗΡΑΣ ΚΑΙ ΑΝΘΡΩΠΟΚΤΟΝΟΥ ΑΥΤΩΝ ΔΙΑΘΕΣΩΣ. ΕΛΕΥΘΕΡΩΣΟΝ ΦΙΛΑΝΘΡΩΠΕ ΠΑΝΤΟΚΡΑΤΟΡ,ΤΟΝ ΤΑΠΕΙΝΟΝ ΔΟΥΛΟΝ ΣΟΥ (…..) ΑΠΟ ΤΩΝ ΔΕΣΜΩΝ ΤΗΣ ΣΑΤΑΝΙΚΗΣ ΕΠΗΡΕΙΑΣ, ΦΩΤΙΣΟΝ ΑΥΤΟΥ 7 7((ΕΑΝ ΑΝΑΓΙΝΩΣΚΗ ΤΙΣ ΤΗΝ ΕΥΧΗ ΔΙ ΕΑΥΤΟΝ ΑΝΤΙ ΑΠΟ ΤΟΥ ΔΟΥΛΟΥ ΣΟΥ ΛΕΓΕΙ…ΦΩΤΙΣΟΝ ΜΕ)…
ΤΟ ΦΩΤΙ ΤΗΣ ΣΗΣ ΘΕΟΓΝΩΣΙΑΣ ΚΑΙ ΕΝΙΣΧΥΣΟΝ ΑΥΤΟΝ 8 8((ΕΑΝ ΑΝΑΓΙΝΩΣΚΗ ΤΙΣ ΤΗΝ ΕΥΧΗ ΔΙ ΕΑΥΤΟΝ ΑΝΤΙ ΑΠΟ ΤΟΥ ΔΟΥΛΟΥ ΣΟΥ ΛΕΓΕΙ…ΕΝΙΣΧΥΣΟΝ ΜΕ….) ΕΙΣ ΤΟ ΠΟΙΕΙΝ ΤΟ ΘΕΛΗΜΑ ΣΟΥ ΤΟ ΑΓΙΟΝ ΙΝΑ ΔΙΑ ΠΑΝΤΟΣ ΜΕΤ ΕΥΓΝΩΜΟΣΥΝΗΣ ΚΑΙ ΕΠΙ ΤΗ ΔΩΡΕΑ ΤΑΥΤΗ ΔΟΞΑΖΗ 9 9((ΕΑΝ ΑΝΑΓΙΝΩΣΚΗ ΤΙΣ ΤΗΝ ΕΥΧΗ ΔΙ ΕΑΥΤΟΝ ΑΝΤΙ ΑΠΟ ΤΟΥ ΔΟΥΛΟΥ ΣΟΥ ΛΕΓΕΙ…ΔΟΞΑΖΩ..) ΣΟΥ ΤΗΝ ΑΝΕΙΚΑΣΤΟΝ ΑΓΑΘΟΤΗΤΑ ΤΟΥ ΠΑΤΡΟΣ ΚΑΙ ΤΟΥ ΥΙΟΥ ΚΑΙ ΤΟΥ ΑΓΙΟΥ ΠΝΕΥΜΑΤΟΣ. ΑΜΗΝ.
ΔΙ ΕΥΧΩΝ ΤΩΝ ΑΓΙΩΝ ΠΑΤΕΡΩΝ ΗΜΩΝ ΚΥΡΙΕ ΙΗΣΟΥ ΧΡΙΣΤΕ Ο ΘΕΟΣ ΕΛΕΗΣΟΝ ΚΑΙ ΣΩΣΟΝ ΗΜΑΣ. ΑΜΗΝ.